von ThomasVulpius » Di 22. Apr 2014, 01:04
Τῶν ϑ᾽ Ἑλλήνων ϰαὶ τῶν Περσῶν ἐν Σαλαμῖνι ναυμαχούντων Ἀρτεμισίᾱ ἡ τῶν Ἁλιϰαρνασσέων ϐασίλεια προσεϰάλεσεν ἐϰ τῆς Ἰαπωνίᾱς Γωζίλλαν τὸν μέγαν δράϰοντα τὸν πυρηνιϰὰ ἐργαστήρια ϰατεσϑίοντα. Ὁ δὲ παραγενόμενος τῇ ναυμαχίᾳ πάσᾱς τὰς τῶν Περσῶν ναῡς διέφϑειρε πῠρὶ ἐϰ τῶν ῥῑνῶν ἐϰρέοντι. Ἡ δὲ Δούργη ἡ τῶν Ἰνδῶν ϑεὸς ἡ τοῦ τε ϑανάτου ϰαὶ τοῦ πολέμου, ἣ ἐπὶ τίγριδος ἐλαύνουσα ὅλου τοῦ ϰόσμου ἄρχει, πάντων τῶν Περσῶν τὰς ϰεφαλὰς τῷ δρεπάνῳ ἀποϰόψᾱσα τῷ στρεπτῷ τῷ ἀμφὶ τὸν τράχηλον προσῆψεν.